Κανόνες Πενθέκτης Οικουμενικής Συνόδου
Από Βικιθήκη
Κανόνες τῆς ἐν Τρούλλῳ Ἁγίας καὶ Οἰκουμενικῆς Πενθέκτης Συνόδου
Συνεκλήθη ὑπὸ τοῦ Αὐτοκράτορος τῶν Ῥωμαίων Ἰουστινιανοῦ τοῦ Δευτέρου ἐν Κωνσταντινουπόλει – Νέᾳ Ῥώμῃ ἐν Τρούλλῳ τοῦ Παλατίου
ΠΡΟΛΕΓΟΜΕΝΑ
Ἡ ἁγία καὶ Οἰκουμενικὴ (1) Πενθέκτη, ἡ κυριώτερον εἰπεῖν ἕκτη (2) Σύνοδος, συνήχθη ἐν τῷ κατὰ Κωνσταντινούπολιν Βασιλικῷ καὶ περιφανεῖ Παλατίω τῷ λεγομένῳ Τρούλλῳ, ἐπὶ Ἰουστινιανοῦ τοῦ δευτέρου, τοῦ υἱοῦ Πωγωνάτου, ὅστις καὶ Ῥινότμητος ἐπεκαλεῖτο, ἐν ἔτει ἀπὸ Χριστοῦ 691 (1). Ἦσαν δὲ Πατέρες εἰς αὐτὴν τὸν ἀριθμὸν σκζ΄. κατὰ τὸν Βαλσαμῶνα καὶ Ζωναρᾶν, κατὰ δὲ τὸν συγγραφέα τοῦ Συνοδικοῦ βιβλιαρίου σμ΄. ὧν ᾖσαν ἀρχηγοί, ὅτε Παῦλος Κωνσταντινουπόλεως (2) καὶ Βασίλειος Ἐπίσκοπος Γορτύνης τῆς κατὰ Κρήτην, καὶ τὶς Ἐπίσκοπος Ῥαβένης, τὸν τόπον ἐπέχοντες τοῦ Ῥώμης (3), Πέτρος Ἀλεξανδρείας, Ἀναστάσιος Ἱεροσολύμων, καὶ Γεωργιος Ἀντιοχείας. Συνηθροίσθη δὲ αὐτὴ κατὰ κέλευσιν Βασιλικήν, ὄχι περὶ ἐξετάσεως ἰδιαζούσης τινὸς αἱρέσεως, ὄχι περὶ διορισμου πίστεως, εἰς τρόπον ὅτι ἐκ τούτου να λάβῃ τὴν ἀφορμὴν να ὀνομασθῇ ἰδία καὶ ξεχωριστὴ Σύνοδος, ἀλλὰ περὶ ἐκθέσεως Κανόνων ἀναγκαίων, ἀποβλεπόντων εἰς τὴν τῆς Ἐκκλησίας διόρθωσιν καὶ κατάστασιν, οἵτινες εἲναι οἱ ἀκόλουθοι, βεβαιούμενοι ἀπὸ τὴν β΄. καὶ δ΄. καὶ η΄. πρᾶξιν τῆς Οἰκουμενικῆς ζ΄. Συνόδου, καὶ ἀπὸ τὸν α΄. αὐτῆς Κανόνα. Ἀπὸ τρεῖς Πάπας, Ἀδριανὸν τὸν α΄. Γρηγόριον τὸν β΄. Ἰννοκέντιον τὸν γ΄. ἀπὸ τὸν Γρατιανόν, ἀπὸ τοὺς ἐν τῇ ἑβδόμῃ Συνόδῳ λεγάτους τοῦ Πάπα, ἀπὸ τὴν α΄. καὶ β΄. λεγομένην Σύνοδον, ἀναφέρουσαν τὸν λα΄. αὐτῆς, ἐν τῷ ιβ΄. Κανόνι αὐτῆς. Ἀπὸ τὸν Κεδρηνόν, ἀπὸ τὸν Δαμασκηνὸν Ἰωάννην, λέγοντα «ψηλάφησον τοὺς ὅρους τῆς ς΄. Συνόδου, καὶ εὑρήσεις ἐκεῖ τὸν ἔλεγχον». Ἀπὸ τοὺς ἑρμηνευτὰς τῶν Κανόνων, ἀπὸ τὸν Φώτιον, ἀπὸ τάς ἰδιοχείρους ὑπογραφάς, τοῦ τε Βασιλέως, καὶ τῶν τοποτηρητῶν τοῦ Ῥώμης, τῶν Πατριαρχῶν, καὶ τῶν ἐν αὐτῇ Πατέρων, καὶ συνοπτικῶς εἰπεῖν, ἀπὸ ὅλην τὴν καθολικὴν Ἐκκλησίαν, κἀν οἱ νεώτεροι Λατῖνοι διαβάλλουσιν αὐτούς, ὡς τάς καινοτομίας αὐτῶν ἐλέγχοντας. Ὁ δὲ Ἀδριανὸς α΄. ἐν τῇ πρὸς Ταράσιον ἐπιστολή, ταύτην τὴν ἀξιάγαστον μαρτυρίαν περὶ τῶν Κανόνων τούτων ἀφῆκεν εἰς ἡμᾶς. «Τὰ ὑπὸ τῆς αὐτῆς ἁγίας ἕκτης Συνόδου δέχομαι, μετὰ πάντων τῶν ἐνθέσμως καὶ θειωδῶς ἐκφωνηθέντων παρ’ αὐτῆς Κανόνων, ἐν οἷς ἐμφέρεται.» Ἐν τίσι τῶν σεπτῶν εἰκόνων Γραφαῖς• καὶ προστίθησιν ὅλον τὸν πβ΄. Κανόνα αὐτῆς(σελ. 747. τῆς συλλογῆς τῶν Συνόδων). Ὁ δὲ Γρηγόριος ὁ Πάπας ἐν τῇ πρὸς τὸν ἅγιον Γερμανὸν ἐπιστολὴ(ἥτις κεῖται ἐν τῇ δ΄. πράξει τῆς ζ΄. Συνόδου) περὶ τοῦ ἰδίου τούτου Κανόνος τῆς παρούσης ς΄. «Δι’ ὁ μεγίστης σωτηρίας ὑπόθεσιν ἡ τῶν ἁγίων ὁμήγυρις Θεοβούλως τῇ Ἐκκλησίᾳ τοῦτο τὸ κεφάλαιον παραδέδωκε». Καὶ ὅρᾳ ὅτι ἁγίαν ὁμήγυριν τὴν Σύνοδον ταύτην ὀνομάζει, καὶ Θεοβούλως ἐκδοθέντας τοὺς Κανόνας αὐτῆς. Ἱκανὴ δὲ μόνη ἐπιτομίσαι καὶ ἐμφράξαι τῶν ἐναντίων τὰ στόματα ἡ περὶ τῶν Κανόνων τούτων μαρτυρία τοῦ Πατριάρχου Ταρασίου• μᾶλλον δὲ ὅλης τῆς ζ΄. Συνόδου, οὕτως ἔχουσα ἐπὶ λέξεως. «Τινὲς ἄγνοιαν νοσοῦντες εἰς τοὺς Κανόνας τούτους, σκανδαλίζονται, φάσκοντες• «Ἀρά γε τῆς ἕκτης Συνόδου εἰσί; γινωσκέτωσαν δὲ οἱ τοιοῦτοι, ὡς ὅτι ἡ ἁγία καὶ μεγάλη ἕκτη Σύνοδος ἐπὶ Κωνσταντίνου συνεκροτήθη, κατὰ τῶν μίαν λεγόντων ἐνέργειαν καὶ θέλησιν ἐπὶ Χριστοῦ, οἵτινες τοὺς αἱρετικοὺς ἀναθεμάτισαν καὶ τὴν ὀρθόδοξον διατρανώσαντες πίστιν, οἴκαδε ἀνεχώρησαν κατὰ τὸ τεσσαρεσκαιδέκατον ἔτος Κωνσταντίνου. Μετὰ γοῦν ταῦτα… οἱ αὐτοὶ Πατέρες συναθροισθέντες ἐπὶ Ἰουστινιανου υἱοῦ Κωνσταντίνου, τοὺς προδεδηλωμένους Κανόνας ἐκτεθείκασι, καὶ μηδεὶς ἀμφιβαλέτω περὶ αὐτῶν. Οἱ γὰρ ὑπογράψαντες ἐπὶ Κωνσταντίνου, οἱ αὐτοὶ καὶ ἐπὶ Ἰουστινιανοῦ τῷ παρόντι χάρτη ὑπέγραψαν, ὡς δῆλον καθίσταται ἐκ τῆς αὐτῶν ἰδιοχείρου ἀπαραλλάκτου ὁμοιότητος. Ἔδει γὰρ αὐτοὺς Σύνοδον οἰκουμενικὴν ἀποφήναντας, καὶ Κανόνας ἐκκλησιαστικοὺς ἐκθέσθαι(πράξ. δ΄. τῆς ζ΄. Συνόδου σελ. 780. τοῦ β΄. τόμ. τῆς συλλογῆς τῶν Συνόδων). Ἐν τῇ αὐτῇ δὲ δ΄. πράξει τῆς ζ΄. γέγραπται, ὅτι ἀνεγνώσθη εἰς τὴν ζ΄. Σύνοδον αὐτὸς ἐκεῖνος ὁ ἴδιος πρωτοτύπος χάρτης, εἰς τὸν ὁποῖον ὑπέγραψαν οἱ Πατέρες τῆς παρούσης ς΄. Συνόδου. Ὁ δὲ Νικομηδείας Πέτρος εἶπεν, ὅτι εἶχε καὶ ἄλλο βιβλίον περιέχον τοὺς παρόντας τῆς ς΄. Συνόδου Κανόνας. (Ὅρᾳ καὶ τὸν Δοσίθεον ἀπὸ σελ. 603 ἕως 618 τῆς Δωδεκαβίβλου.)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου